Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.226 Dem. 22.1 (English) >>Dem. 22.5

Κατὰ Ἀνδροτίωνος Παρανόμων

22.1ὅπερ Εὐκτήμων, ἄνδρες δικασταί, παθὼν ὑπʼ Ἀνδροτίωνος κακῶς, ἅμα τῇ τε πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν, ἐὰν ἄρʼ οἷός τʼ . συμβέβηκε δέ, πολλὰ καὶ δεινὰ καὶ παρὰ πάντας τοὺς νόμους Εὐκτήμονος ὑβρισμένου, ἐλάττω ταῦτʼ εἶναι τῶν ἐμοὶ γεγενημένων διʼ Ἀνδροτίωνος πραγμάτων. οὗτος μέν γʼ εἰς χρήματα καὶ τὸ παρʼ ὑμῶν ἀδίκως ἐκπεσεῖν ἐπεβουλεύθη· ἐμὲ δʼ οὐδʼ ἂν ἐδέξατο τῶν ὄντων ἀνθρώπων οὐδὲ εἷς, εἰ τὰ κατασκευασθένθʼ ὑπὸ τούτου παρʼ ὑμῖν ἐπιστεύθη. 22.2αἰτιασάμενος γάρ με, καὶ λέγειν ἂν ὀκνήσειέ τις, εἰ μὴ τύχοι προσόμοιος ὢν τούτῳ, τὸν πατέρʼ ὡς ἀπέκτονʼ ἐγὼ τὸν ἐμαυτοῦ, καὶ κατασκευάσας ἀσεβείας γραφὴν οὐκ ἐπʼ ἐμέ, ἀλλʼ ἐπὶ τὸν θεῖόν μου, γράψας ἀσεβεῖν ἐμοὶ συνιόντʼ εἰς ταὐτὸν ὡς πεποιηκότι ταῦτα, εἰς ἀγῶνα κατέστησεν· ὃν εἰ συνέβη τόθʼ ἁλῶναι, τίς ἂν ἀθλιώτερʼ ἐμοῦ πεπονθὼς ἦν ὑπὸ τούτου; τίς γὰρ ἂν φίλος ξένος εἰς ταὐτό ποτʼ ἐλθεῖν ἠθέλησεν ἐμοί; τίς δʼ ἂν εἴασε πόλις που παρʼ ἑαυτῇ γενέσθαι τὸν τὸ τοιοῦτʼ ἀσέβημα δοκοῦντʼ εἰργάσθαι; οὐκ ἔστιν οὐδὲ μία. 22.3ἐγὼ τοίνυν ταῦτα μὲν οὐ παρὰ μικρὸν ἀγωνιζόμενος παρʼ ὑμῖν ἀπελυσάμην, ἀλλʼ ὥστε τὸ πέμπτον μέρος μὴ λαβεῖν τούτους τῶν ψήφων· τουτονὶ δὲ μεθʼ ὑμῶν πειράσομαι καὶ νῦν καὶ τὸν ἄλλον ἅπαντʼ ἀμύνεσθαι χρόνον. καὶ περὶ μὲν τῶν ἰδίων ἔχων ἔτι πολλὰ λέγειν ἐάσω· περὶ δʼ ὧν οἴσετε τὴν ψῆφον νυνὶ καὶ περὶ ὧν οὗτος δημοσίᾳ πεπολιτευμένος οὐκ ὀλίγʼ ὑμᾶς ἔβλαψεν, μοι παραλείπειν Εὐκτήμων ἐδόκει, βέλτιον δʼ ὑμᾶς ἀκοῦσαι, ταῦτα διεξελθεῖν ἐν βραχέσιν πειράσομαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.226 Dem. 22.1 (English) >>Dem. 22.5

Powered by PhiloLogic